ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Καί νύν καιρός ευπρόσδεκτος

Κυριακή 4 Δεκεμβρίου 2016

Καί νύν καιρός ευπρόσδεκτος



Βαρσανουφίου και Ιωάννου Κείμενα Διακριτικά και Ησυχαστικά
Eρωτοαποκρίσεις

ρνβ' Ἀπόκρισις.

Καί νῦν καιρός ἐστιν εὐπρόσδεκτος τοῦ μελωδῆσαι τόν τοῦ Εὐαγγελίου λόγον' «ὅτι οὐ χρείαν ἔχουσιν οὶ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾿ οὶ κακῶς ἔχοντες». Εἰ οὖν ὁ κακῶς ἔχων προσέλθῃ τῷ ἰατρῷ, χρή αὐτόν φυλάξαι τά ὑπό τοῦ ἰατροῦ προστασσόμενα, κατά τόν εἰπόντα“ «πιστεύειν δεῖ τόν πρσερχόμενον Θεῷ ὅτι ἔστι καί τοῖς ἐκζητοῦσιν αὐτόν μισθαποδότης γίνεται. Πιστός γάρ ἐστιν ὁ εἰπών, ὄτι δώσω αὐτοῖς ἐν τῷ νῦν αἰῶνι ἑκατονταπλασίονα, καί ἐν τῷ μέλλοντι ζωήν αἰώνιον». Οἱ τοίνυν προσερχόμενοι τῷ μεγάλῳ ἡμῶν ἰατρῷ, φώτίζονται ὑπ᾿ αὐτοῦ, καί ἰατρεύει αὐτῶν ὄλα τά νοητά πάθη. Μή καυχησώμεθα οῦν λέγοντες ὅτι πιστοί ἐσμεν, ἐπεί κρινώμεθα ὠς ὑποκριταί καί ἄπιστοι ἄνθρωποι“ ἐκ γάρ τῶν φαινομένων φανεροῦται ἡ μή φανερουμένη πίστις, ἡ ἐν ἀποκρύφοις οἰκοῦσα τῆς καρδίας. Εἰ πιστεύομεν τῷ σωτῆρι Χριστῷ λέγοντι, ὅτι κατά τήν πίστιν σου γενηθήτω σοι, εἰπάτω καί νῦν πρός τήν ἐνοικοῦσαν ἐν τῶ σώματι ἡμῶν ψυχήν' ότι θάρσει θύγατερ ἡ πίστις σου σέσωκέ σε. Ὀστε οὐν οὐ τό εἰπεῖν καί ἀπαγγέλλειν ἐν τῶ στόματι, αὔτη ἐστίν ἡμῶν ἡ πίστις, ἀλλά ἡ τελεία ἡμῶν πίστις ἀπό τῆς ἰατρείας φανεροῦται. Εἰ οὐν ἐπίστευσας καί ἐθεραπεύθης, βάδιζε καί μή προσκόψῃς“ ἐθεραπεύθης, μή χωλαίνῃς΄ ἐθεραπεύθης, δεῖξον ότι συνεστάλη σου ἡ ρύσις τοῦ αἴματος. Κἄν ἔχῃς ταῦτα ἄνθρωπε, ἐγγύς εἰ τοῦ ἀκοῦσαι τοῦ Σωτῆρος λέγοντος πρός τήν καθαρωτάτην σου ψυχήν, καί ὠραιοτάτην' «ὄλη καλή ἡ πλησίον μου, καί μῶμος οὐκ ἔστιν ἐν σοί». Καί πάλιν τοῦ Ἀποστόλου λέγοντος“ «μή ἔχουσα σπίλον ἤ ρυτίδα, ἤ τι τῶν τοιούτων».


᾽᾽Ηνοικται οὖν ἡμῖν ἡ θύρα καί ἤπλωται ἡ ὁδός ἡ ἀπάγουσα εἰς τήν ζωήν“ καί ὅτι διά πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τήν βασιλείαν τῶν οὐρανῶν καί καρτερήσωμεν ἐν τῷ πρακτικῷ τοῦ κόπου ἡμῶν. Ἀληθῶς γάρ οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρός τήν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Καί οὐκ ἔστιν ἄδικος ὁ Θεός ἐπιλαθέσθαι τοιούτων κόπων, ἐάν ἔως τέλους κρατήσωμεν ὑπακοήν. Φησί γάρ“ «ὁ ὑπομείνας εἰς τέλος οὑτος σωθήσεται», ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν.

ρνγ'

(᾽Ερώτησις) τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα, ὡς ἐν προσευχῇ περί τῶν ρυπαρῶν λογισμῶν καί τῆς ἀναστάσεως.

᾿Η ζωή καί ἡ ἀνάστασις ἐπίσκεψαι ἡμᾶς, ὅτι σόν πλάσμα ἐσμέν, καί καθάρισον ἡμᾷς ἀπό τοῦ λεγεῶνος τοῦ κακοῦ, ᾿Ἀγιε, ὄτι ἐσπλαγχνίσθης εἰς τό πλάσμα σου καί ἐξέβαλες τόν λεγεῶνα καί ἐζήτησαν οὶ δαίμονες εἰσελθεῖν εἰς τούς χοίρους. Ἄρά γε εἰς τούς ἀλόγους χοίρους, ἤ εἰς ἐμέ τόν λογικόν, ὄτι ὑπεδεξάμην αὐτούς, καί ἡλθον κατά τῶν κρημνῶν εἰς τήν θάλασσαν καί τύπτουσί με τά κύματα καί οὐ γινώσκω; Νῦν δέ νύσσει μέ τις ἔσωθεν διεγεῖραι τόν κυβερνήτην, ὄπως ἐπιδώσῃ μοι χεῖρα καί ἀνασπάσῃ με τοῦ βυθοῦ, ὠς ἐποίησε τῷ Πέτρῳ, καί εἴπῃ πρός ἐμέ“ «εἰς τί ἐδίστασας ὀλιγόπιστε»;

(σελ. 320) Καί ἐπειδή ἐπηγγείλω μοι διὰ τοῦ θεράποντός σου Βαρσανουφίου εἰς τάς ἀποκρίσεις αὐτοῦ θεῖναι ἡμᾶς εἰς μίαν θήκην, ἀρα ὁμοῦ ἀνιστάμεθα; Φοβοῦμαι γάρ τόν εἰπόντα «δύο ἔσονται ἐν τῷ ἀγρῷ ὁ εἰς παραλαμβάνεται καί ὁ εἷς ἀφίεται' δύο ἔσονται ἐν τῷ μύλωνι, μία παραλαμβάνεται καί μία ἀφίεται». Καί ἐπειδή ἀπό κτίσεως κόσμου κοιμῶνται οὶ ἄνθρωποι καί εὑρίσκονται πολλάκις τὰ σώματα τῶν ἁγίων καί τῶν ἁμαρτωλῶν ὁμοῦ εἰς ἑν μνῆμα, ἆρά γε καί ἐν τῇ ἀναστάσει ὁμοῦ ἀναστήσονται, ὄτε ἔρχονται οὶ ἐκλεκτοί σου Ἄγγελοι ἀναστῆσαι τούς δικαίους πάντας ἤ οὔ; Ἀλλά μόνοι οὶ ἐκλεκτοί; Καί διά τοῦτο φοβούμενος ἐγώ παρακαλῶ διά τοῦ θεράποντός σου, ἴνα ὠς ἔδειξας ὅτι εἰς μίαν θήκην κοιμώμεθα, οὔτω δείξεις ὅτι καί ὁμοῦ ἀναστήσεις ἡμᾷς.

Καί τόν πατέρα μου Βαρσανούφιον παρακαλῶ, ὄτι ἐλάβομεν ἀρούρας θερίσαι ἐγώ καί αὐτός' καί ἐγώ ἠσθένησα καί οὐ δύναμαι θερίσαι, ἴνα ἀγωνίσηται αὐτός ὡς δυνατός τοῦ προσενεγκεῖν σοι τῷ Δεσπότῃ καί ὑπέρ ἐμοῦ δράγματα δικαιοσύνης. Καί γάρ εἰς τούς ἀρχαίους πατέρας εἴδομεν τοιοῦτον ὑπόδειγμα, ὄτι ἐξῆλθον τρεῖς θερίσαι, καί ὁ εἰς κατ᾿ ἐμέ ἠσθένησε καί ὑπέστρεψεν εἰς τήν κέλλαν αὐτοῦ καί αὐτοί ἠνδρίσαντο καί ἔλαβον τό θέρος. Ὅτε δέ ἐπλήρωσαν τό θέρος καί ἦλθον εἰς τούς οἴκους αὐτῶν, ἐβιάσαντο αὐτόν λαβεῖν τόν μισθόν. Ὁ δέ ἀντέλεγε' μισθόν ποῖον, ὄν οὐκ ἐκοπίασα; Ἀλλ᾿ ὑμεῖς ἐκοπιάσατε. Καί ἐπειδή ἐδικάσαντο μετ᾿ αὐτοῦ, ἴνα λάβῃ τόν μισθόν, προετίμησαν αὐτόν οὶ Πατέρες ἴνα λάβῃ“ καί ἐμακαρίσθη αὐτῶν ἡ δίκη.

Σύ οῦν, Δέσποτα Χριστέ ὁ Θεός, κύρωσόν μου τήν δέησιν ταύτην. Ὅτι σοῦ ἐστιν ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

ρνδ' Ἀπόκρισις

Ὁς ἄνθρωπος οἰκοδεσπότης προΐστησιν ἑαυτοῦ πιστούς οἰκονόμους δούς αὐτοῖς καί τά κλεῖθρα καί τά ὑπάρχοντα αὐτοῦ καί τήν οἰκετείαν, καί ἐκ τοῦ πιστοῦ οἰκονόμου ἐστί τό πῶς κοιμηθῆναι, καί τό πῶς τραφῆναι, καί τό πῶς τιμηθῆναι ἐκ τοῦ ἰδίου Δεσπότου, καί μετά τίνος διάγειν, ἤ μετά μεθυόντων ἤ μετά σεμνῶς βιούντων, καί ῷ μέν κεῖται ταλανισμός, ῷ δέ μακαρισμός. Οὔτω καί ὁ Θεός ἡμῶν

προέστησεν ἑαυτῷ πιστούς ἀνθρώπους οἰκονόμους, (σελ. 322) καί τά κλεῖθρα αὐτοῦ ἔδωκεν τοῦ κλεῖσαι καί ἀνοῖξαι, τοῦτ᾽ ἔστι τό αὐτεξούσιον. Τό δέ εἶναι πιστούς, διότι βαπτίζονται πάντες οὶ χριστιανοί“ τό δέ καλῶς οἰκονομεῖν τά πιστευθέντα αὐτοῖς, δηλονότι τά ἔργα τοῦ βαπτίσματος, διά τήν αὐτῶν σωτηρίαν. Ἐὰν οὖν μετατραπῇ τις αὐτῶν ταύτης τῆς εὐθείας ὁδοῦ, γίνεται μετά τῶν μεθυόντων τό μέρος αὐτοῦ, τῶν μεθυσκομένων τῷ οἴνῳ τῆς ἀνομίας. Ὁ τοιοῦτος χοῖρός ἐστι λογικός, καί οἴδατε τί παθαίνει ἐρχομένου τοῦ δεσπότου. Ἐάν δέ καλῶς οἰκονομήσῃ τά παραδοθέντα αὐτῷ, τόν παρά τοῦ δεσπότου μακαρισμόν ἴσασι πάντες“ φησί γάρ «εἰς πᾶσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καί εἰς τά πέρατα τῆς οἰκουμένης τὰ ρή ματα αὐτῶν».

Περί δέ τῆς ἀναστάσεως, (ἄλων) ἐστίν ὁ αἰών οὑτος, καί ὁμοῦ τά ζιζάνια μετά τοῦ σίτου εἰσίν. Ἀναστάσεως οὐν γενομένης, ἡ εὐαγγελική φωνή διδάσκει ἡμᾶς, ὅτι μεμιγμένοι ἐγείρονται, τῷ εἰπεῖν, καί ἀφορίζει αὐτούς ἀπ᾽ ἀλλήλων, ὥσπερ ὁ ποιμήν ἀφορίζει τά πρόβατα ἀπό τῶν ἐριφίων. Τά δέ περί τῶν δύο γυναικῶν καί δύο ἀνδρῶν, περί συντελείας εἶπε, περί πίστεως καί ἀπιστίας ότι ὔστερον μία ἀναλαμβάνεται, καί εἰς μίαν στήκει ὁ ἄνθρωπος.

Τό δέ περί τοῦ θερισμοῦ τῶν ἀδελφῶν, ἐξ ἀμφοτέρων συνέστη τό ἀγαθόν αὐτός μέν ὁ ἀσθενήσας εἶχε τήν προαίρεσιν τοῦ ἐργάσασθαι, ἀλλ᾿ ἐκώλυσεν αὐτόν ἡ ἀσθένεια' αὐτοί δέ εἰχον, ὄτι διά τῶν εὐχῶν τοῦ ἀδελφοῦ τοῦ ἀσθενοῦντος ἐνεδυνάμωσε αὐτούς ὁ Κύριος καί τούς ἀμφοτέρους κατέλαβεν ἡ τοῦ ἁγίου Πνεύματος χαρις.

Καθώς οὖν ὁ Κύριος εἶπε πρός τούς Ἀποστόλους, (σελ. 324) «μή χαίρετε ὄτι ὑποτάσσεται ὑμῖν τά δαιμόνια, ἀλλά χαίρετε ὅτι τά ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς», οὔτω καί ἡμεῖς, μή ζητῶμεν ἄν πάντες ἐγειρώμεθα, ἀλλά ἀκοῦσαι «δεὐτε οὶ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τήν ἡτοιμασμένην ὑμῶν βασιλείαν ἀπό καταβολῆς κόσμου» καί τό εἰναι ὁμοῦ σύν τῷ Ἰησοῦ ὠς ἔφησε τῷ Πατρί. Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

!

ρνε

(᾽Ερώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα ὡς ἐν προσευχῇ).

Κύριε Ἰησοῦ Χριστέ, ὁ ἰατρός τῶν τετραυματισμένών ψυχών, εὐχάς σοι προσφέρομεν ἐκ τῶν ἁγίων σου λόγων, ἄς πρόσδεξαι διά τοῦ θεράποντός σου. Αὐτός γάρ εἶπας, ᾿Ἀγιε“ «οὐ χρείαν ἔχουσιν οὶ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾿ οὶ κακῶς ἔχοντες». ᾿Εμνημόνευσε δέ περί τοῦτου καί ὁ θεράπων σου Παῦλος“ «ἴνα μή τό χωλόν ἐκτραπῇ, ἰαθῇ δέ μᾶλλον».

Εἶπας, ἄγιε, εἰς μίαν ἀπόκρισιν τούτων, εἰ ὑγίανας, διά τί χωλαίνεις; Ὁ ὑγιάνας οὐ χωλαίνει, ἀλλ᾿ ὀρθῶς περιπατεῖ. ᾿Εγώ ἐπειδή χωλός εἰμι καί τετραυματισμένος, διά τοῦτο βοῶ, ἴνα ἐπισκέψῃ κἀμέ ὠς ἐπισκέψώ καί τόν κατερχόμενον εἰς ᾿|εριχώ καί ἐμπεσόντα εἰς τούς λῃστάς. Καί γὰρ ἐγὼ τοῖς αὐτοῖς λῃσταῖς περιέπεσον καί ἐτραυματίσθην, ἴνα καταδήσῃς καί τά ἐμά τραύματα καί ἐπιβιβάσῃς ἐπί τό ἅγιόν σου κτῆνος, τοῦτ᾽ ἔστι τήν πίστιν τήν ἀγαθήν καί εἰσβιβάσῃς με ἐπί τό ἅγιόν σου πανδοχεῖον' καί ἐπιμελήσῃ μου ὄπου ἐπιμελῆ πάντων τῶν καταπονουμένων.

Δέσποτα, ἡ αὶμορροοῦσα γυνή ὄπισθέν σου προσῆλθε καί ἀψαμένη τῶν ὶματίων σου ἐσώθη' ἐγώ δέ καθ᾿ ἑκάστην ἐκ τῶν ἁγίων σου μελῶν λαμβάνω τήν ἰατρείαν, τοῦτ᾽ ἔστι τοῦ ἁγίου σώματος καί αἴματος, καί τό ὔδωρ τό ἐξελθόν ἐκ τῆς πλευρᾶς σου καί ἀκμήν τό πάθος μου βρύει.

᾿Επειδή εἶπας, ἄγιε, ὁ προσερχόμενος τῷ ἰατρῷ καί θέλων θεραπευθῆναι τὰ προσταχθέντα παρά τοῦ ἰατροῦ ποιήσει, ἀπόστειλόν μοι δέσποτα όσα θέλεις φάρμακα, καυτῆρας, μαλάγματα“ μόνον παῦσόν μου τήν ὄζουσαν ρεῦσιν, τοῦτ᾽ ἔστι τόν ἀκάθαρτον λογισμόν. Καί ἐπειδή εἶπας κύριε, ὅτι ἡ θύρα ἠνέωκται, ἀλλ᾿ οὶ κύνες πάντοθεν τηροῦσι καί οὐκ ἐῶσι προσεγγίσαι τῇ θύρᾳ, (σελ. 326)ὁ ἀγαθός οἰκοδεσπότης βλέπων μήκοθεν τόν πτωχόν ἐρχόμενον καί ὀχλούμενον ὑπό τῶν κοινῶν, πέμπει τόν θυρώρόν, ἴνα ἀποδιώξῃ τούς κύνας καί προσεγγίσῃ ὁ πτωχός καί λάβῃ τήν ἐλεημοσύνην παρά τῆς ἀγαθότητος.

Πάτερ, ὁ ἐγράψας ἡμῖν, ἐτῶν ἑβδομάδα μίαν ὁ ζήσας, ἰδεῖν ἔχει ἄ οὐκ ἐγένετο ἀπό καταβολῆς κόσμοι). Καί τί ποιοῦμεν ἡμεῖς οὶ νεώτεροι, Πῶς ἔχομεν σωθῆναι; Δεήθητι τοῦ Κυρίου, ἴνα δείξῃ ἡμῖν τὰ ὄρη ἐκεῖνα τά ἄγια, όπου εἰπε φυγεῖν καί σωθῆναι, ποῖά εἰσι, Νοητά εἰσι, ἤ τὰ φαινόμενα ταῦτα ὄρη, ἴνα γνῶμεν καί ἡμεῖς καί ὅταν ἔλθῃ ἡ ὥρα, φύγωμεν ἐκεῖ καί σωθῶμεν' ἐν ὀνόματι Πατρός καί Ὑὶοῦ καί ἁγίου Πνεύματος εἰς τούς αἰῶνας. Ἀμήν.

ρνς'

Ἀπόκρισις τοῦ μεγάλου Γέροντος.

Ἀδελφέ, κατανοήσώμεν τί λέγομεν, καί βλέπομεν ὄτι ἀπό τῶν λόγων ἡμῶν τόν ἔλεγχον ἔχομεν“ ὁ γάρ προσερχόμενος τῶ ἰατρῷ, ἐάν μή εὐτακτήσῃ, κατά τήν ἐπιταγήν τοῦ ἰατροῦ, ἀπαλλαγῆναι τοῦ πάθους οὐ δύναται. Καί ἐπειδή εἰπας περί τοῦ δέξασθαι καί ἄλλα᾿ |άματα καί φάρμακα, θαυμάζω σου τήν ἀγάπην, πῶς οὐ κατανοεῖς τήν πάντεχνον σοφίαν τοῦ μεγάλου ἡμῶν ἰατροῦ, πῶς ἔκοψε παντός ἀνθρώπου ζητοῦντος ἀφορμήν' καί γάρ ἐξαπλώσας τάς ἰατρικάς αὑτοῦ βίβλους παντί ἀνθρώπῳ θέλοντι ἐγκύψαι τοῦ σωθῆναι, ἀναπαλογήτους ἀνέδειξεν. Ὅπου γὰρ καί γυναῖκες μελῳδοῦσι

πάντοτε τό «ἐγώ εἰμι σκώληξ καί οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων, καί ἐξουθένημα λαοῦ», τί ἄν ποιήσειαν οὶ ἄνδρες; Οὐχ ὠς βδελυσσόμενος τάς γυναῖκας λέγω“ μή γένοιτο! Οὐ γάρ προσετάγημεν τοῦτο, ἀλλ᾿ ὅτι ἀπ᾿ ἀρχῆς αὑται τῆς παραβάσεως ἐγένοντο αἴτιαι, καί οὐκ ἐξέωσεν αὐτάς τῆς θείας διδασκαλίας ὁ Θεός. Εἰ οὖν ἀρέσκει ἡμῖν τοῦτο τό φάρμακον, διατί ἀποβάλλομεν αὐτό; Κἄν χλευαζόμενοι νομίζωμεν ὅτι οὐκ ἀποβάλλομεν αὐτό, ἀλλ᾿ ὅτι ἔχομεν“ οὐκοῦν σχήματι λέγομεν καί οὐ πράττομεν' καί γάρ ἀληθές ἐστιν. Ἐάν γάρ ψηλαφήσωμεν (σελ. 328) ἡμῶν τόν ἔσω ἄνθρωπον, ἀληθῶς εὑρίσκομεν, ὅτι οὔτε ἔλεγχον, οὔτε ὔβριν, οὔτε ἐξουδένωσιν καί ὄνειδος βαστάζομεν. Καί ἐξ οὐ ἔχεις σήμερον λογισμοῦ, ἐν ᾧ ἐπείρασζά) σε ποτέ, ἔστι τό μαθεῖν σε. Καί γάρ μετά τό πρᾷγμα μετενόεις ὅτι οὐκ ἔμαθες ὄτι δοκιμάσαι θέλων τήν σήν ἀγάπην, ἐκεῖνα ἄ νομίζω ὅτι οὐ μικρῶς ὠφελήθη σου ἡ ἀγάπη ἀπό τούτου. Ὁ Κύριος ἡμῶν τέλειός ἐστι, καί τούς αὐτοῦ πάντας θέλει τελείους εἶναι' φησί γάρ «γίνεσθε τέλειοι ὑμεῖς ὡς ὁ Πατήρ ἡμῶν ὁ οὐράνιος τέλειός ἐστιν)). ᾿Ο βαστάζων οῦν τούς καυτῆρας τούτους σώζεται“ «ὁ γάρ ἔχων εἰς τούς μυκτῆρας τήν ἰδίαν δυσωδίαν, οὐκ ὀσφραίνεται ἄλλης, ἐάν σταθῇ ἐπάνω τῶν θνησιμαίων ὄλων». Καί ὁ ἀπό τῶν ληστῶν συληθείς μεταδοῦναί τι ἄλλοις οὐκ ἔχει.

Βλέπε δέ, ἀγαπητέ, ὄτι όσοι ἄν ἀργίᾳ κρατοίμεθα, παντελῶς ἀμεριμνῆσαι οὐ θέλομεν, τοῦ ἔχειν ἑαυτούς ὠς ἐσμέν, γῆν καί κονίαν. Καί ἐγηράσαμεν τρέφοντες παρ᾽ ἡμῖν τήν κενοδοξίαν. Τό γάρ ἔχειν ἡμᾶς, ὅτι τό ἔργον ἡμῶν ἀρέσκει Θεῷ καί οἰκοδομεῖ τό κάθισμα ἡμῶν πάντας, καί ἀπηλλάγημεν τοῦ κρίναι καί κατακρίναι, ἐσχάτη κενοδοξία ἐστί καί οὐδὲν ἄλλο. Εἰ οὖν τάς ἰάσεις καί τά μαλάγματα ἔδωκεν ἡμῖν ὁ μέγας ἡμῶν καί οὐράνιος ἰατρός, παρά τίνος εὑρίσκεται ἡ αἰτία τῆς ἡμῶν ἀπωλείας, εἰ μή ἀπό τῆς ἀσθενείας τῆς ἡμῶν προαιρέσεως; Πρό πάντων ἔδωκεν ἡμῖν τήν ταπείνωσιν, ἐξορίζουσαν πᾷσαν ὑπερηφανίαν καί πᾶν ὔψωμα ἐπαιρόμενον κατά τῆς γνώσεως τῆς δόξης τοῦ Ὑὶοῦ τοῦ Θεοῦ. Ὑπακοήν, σβεννύουσαν ὄλα τά πεπυρωμένα βέλη τοῦ ἐχθροῦ, τό κόψαι ἐν πᾶσι τό θέλημα τῷ πλησίον, καί τοῦτο γεννᾷ τό ἀτάραχον ἐν τῇ καρδίᾳ καί τήν φαιδροτέραν καί ὶλαροτέραν τῆς ὄψεως κατάστασιν καί τήν τοῦ βλέμματος εὐστάθειαν. Τό δέ μέγα μάλαγμα τό σφίγγον πάντα τὰ μέλη καί θεραπεῦον πᾷσαν νόσον καί πᾶσαν μαλακίαν, ἔδωκεν ἡμῖν τήν ἀγάπην τήν κατ᾿ αὐτόν“ αὐτός γάρ τύπος ἡ μῶν γέγονε. Φησί γάρ «ἐταπείνωσεν ἑαυτόν, ὑπήκοος οὐ μόνον γενόμενος, ἀλλά καί μέχρι θανάτου. Καί τιθείς ὑπέρ ἡμῶν τήν ἑαυτοῦ ψυχήν, ἐδίδαξεν ἡμᾷς λέγων' ἀγαπήσατε ἀλλήλους, καθώς ἐγώ ἠγάπησα ὑμᾶς καί ἐν τούτῳ γνώσονται πάντες ὅτι μαθηταί μου ἐστέ, ὄταν ἀγάπην ἔχητε μετ᾽ ἀλλήλων».

Εἰ θέλεις οὖν μή χωλαίνειν, λάβε τήν ράβδον τοῦ σταυροῦ, (σελ. 330) καί στηρίζεις ἐπ᾿ αὐτῆς τάς χεῖράς σου καί ἀποθνῄσκεις καί οὐκ ἔτι χωλαίνεις, ὁ γάρ νεκρός οὐδέποτε χωλαίνει. Κἄν ἔχῃς τήν ράβδον ταύτην, οὐ χρεία τοῦ θυρωροῦ' τῇ ράβδῳ γάρ ταύτῃ διώκεις οὐ μόνον τὰ κυνάρια, ἀλλά καί τόν ἀρχηγόν τῶν θηρίων, τόν ὠρυόμενον λέοντα. Καί ὁ Ἰακώβ εἶπεν' ὅτι «ἐν τῇ ράβδῳ μου διέβην τόν ποταμόν». Καί πάλιν, ἐπ᾽ ἄκρῳ αὐτῆς προσεκύνησε' καί Μωςῆς τῇ ράβδῳ ἐποίησε τά σημεῖα. Καί ὁ ταύτην ἡλούμενος, ἀπαλλάττεται

πάντως τῆς ρεούσης ὑγρότητος“ ὁ γάρ ἀποθανών ἀποθνῄσκει τῇ ἀμαρτίᾳ. Καί τί ἡ μετά ταῦτα προσδοκωμένη ἐλπίς, ἀλλ᾿ ἤ τριήμερος ἀνάστασις; Ἀρκεῖ γάρ τῷ σταυρουμένῳ συνεγερθῆναι τῷ Ἰησοῦ.

Περί δέ τῆς ἑβδομάδος διάφοροι θλίψεις καί κινήσεις ἔσονται.

Περί δέ ῶν εἶπας ὀρέων, νοήσωμεν τήν ἁγίαν Μαρίαν τήν Θεοτόκον καί τούς καθεξῆς ἀγίους, τούς ἐν τοῖς καιροῖς ἐκείνοις εὑρισκομένους, ἔχοντας ἀσφαλῶς τήν τοῦ Ὑὶοῦ τοῦ Θεοῦ σφραγίδα“ αὐτός γάρ δι᾿ αὐτούς πολλούς σώζει.

Ὅτι αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

ρνζ'

(᾽Ερώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν Γέροντα).

Τριάς ἀχώριστος, μή χωρίζου ἡμῶν. «᾿Εκ στόματος νηπίων καί θηλαζόντων κατηρτίσω αἰνον)).

Πάτερ, καλός ἀληθῶς μαθητής εἶ τοῦ ἀληθινοῦ ἰατροῦ' ἔδωκας ἡμῖν φάρμακα καί ἀντίδοτα“ ὁ δέ πρῶτος καυτήρ μεγάλως ἔνυξε τήν καρδίαν μου καί οὐ δύναμαι φέρειν τάς ὀδύνας. ᾽᾽Εγραψας γάρ ἡμῖν ἄδειν «σκώληξ εἰμί καί οὐκ ἄνθρωπος». Καί ἀληθῶς ᾷδώ καί προσκυνῶ καί δοξολογῶ, καί ὑπερυψῶ εἰς τούς αἰῶνας. Ἀλλ᾿ οὐ θαρρῶ εἰπεῖν ὅτι σκώληξ εἰμί καί οὐκ ἄνθρωπος' ἄνθρωπος γάρ εἰμι τετρωμένος ὑπό τοῦ φθαρτοῦ σκώληκος“ τί δέ ἐστιν ἡ δύναμις τούτου τοῦ σκώληκος τοῦ ἀφθάρτου;

Οὗτος ὁ σκώληξ δι᾽ ἐμέ ἦλθεν, ἴνα ρύσηταί με τούτου τοῦ σκώληκος τοῦ φθαρτοῦ, τοῦ διαφθείραντος τό γένος τῶν ἀνθρώπων. ᾿Επειδή δέ ὁ φθαρτός οὑτος σκώληξ, ὁ φθείρων καί φθειρόμενος καταδύνει εἰς τά τραύματα καί ἐργάζεται σῆψιν καί ὀζομενίαν, ἦλθεν ὁ ἄφθαρτος σκώληξ, περί οὑ εἴρηται“ (σελ. 332) «σκώληξ εἰμί καί οὐκ ἄνθρωπος». Καί ὥσπερ οὗτος ὁ σκώληξ ἐνδύνει εἰς τά τραύματα, οὔτω καί ὁ ἄφθαρτος σκώληξ καταδύει εἰς τά κατώτατα τῆς γῆς, καί ἐκεῖθεν εἴρηκας διαφθείρειν πᾷσαν ἀκαθαρσίαν τοῦ παλαιοῦ σκώληκος' καί οὔτω πάντας καθαρίσας ἀνήγαγε, καί αὐτός ἔμεινε ἄφθαρτος. Οὗτος ὁ σκώληξ ἐστίν ὁ τόν Ἰώβ καθαρίσας ἀπό τοῦ φθαρτοῦ σκώληκος καί εἰπών αὐτῷ' «ἀνάστα ζῶσαι ὥσπερ ἀνήρ τήν ὀσφύν σου». Οὗτος ὁ σκώληξ καί τόν δράκοντα εἴλκυσεν τῷ ἀγκίστρῳ κρεμάμενος ἐπί τοῦ ξύλου“ τούτῳ τῷ σκώληκι τά πάντα ὑπετάγη, ἐκτός τοῦ ὑποτάξαντος αὐτῷ τά πάντα“ «πάντα γάρ ὑπέταξεν ὑποκάτω τῶν ποδῶν αὐτοῦ».

Ὁ φθαρτός σκώληξ τά πάντα διαφθείρει. Καί οὐκ ἔνι τίποτε ἐπί τῆς γῆς, οὔτε ξύλα, οὔτε βρώματα, οὔτε γῆ, οὔτε σάρξ, ὅπερ οὐκ ἀναλίσκει, ἐκτός τοῦ ἄλατος καί τοῦ ἐλαίου. Τί δέ ἐστι τό ἄλας καί

τό ἔλαιον, ἀλλ᾿ ἤ ὁ Πατήρ ὁ ὑποτάξας αὐτῷ τά πάντα, ὁ καί τήν κτίσιν αὑτοῦ ἀλίσας τῷ ἐλέει αὑτοῦ, ὁ καί τοῖς Ἀποστόλοις δούς ἄλας, ἴνα ἀλίσώσι τόν κόσμον ἀπό τῆς δυσωδίας τῶν εἰδώλων καί ἔλθωσιν ἐπί τήν εὐωδίαν τοῦ ἀληθινοῦ Θεοῦ ἡ μῶν; Ἀμήν.

Τί δέ ἐστιν ἡ δύναμις τοῦ σινάπεως, ὅτι αὐτῷ παρείκασε τήν βασιλείαν τῶν οὐρανῶν καί οὐχί τῷ ἐλαίᾳ ἤ τῷ φοίνικι, ἤ τινι τῶν μεγάλων δένδρων, ἀλλά τῷ εὐτελεῖ; ᾿Επειδή δριμύτατόν ἐστι καί στύφει ἡμῶν τάς καρδίας; Ναί, Πάτερ, δεήθητι τοῦ Κυρίου ὄπως δείξῃ ἡμῖν τό μυστήριον τούτου τοῦ σκώληκος καί σινάπεως' ὄπως καί ἡμεῖς δοξάσώμεν τόν Πατέρα καί τόν Ὑὶόν, σύν ἁγίῳ Πνεύματι εἰς τούς αἰῶνας. Ἀμήν.

Πάτερ, ἐπειδή ὑπέμνησάς με τά ἀρχαῖα, κἀγώ οὐκ ἔλαβον, ἀλά μνημονεύω ἐκεῖνα, ἄ οὐκ ἐποίησεν ὁ ἐχθρός, ἀλλ᾿ ὅτι ἐμάνη, ἐπειδή εἶδε γενόμενον καρπόν εἰς τόν τόπον τοῦτον. Ἀλλ᾿ ἡ ὑπομονή σου καί ἡ φιλανθρωπία τοῦ Θεοῦ, οὐκ ἀφῆκε τό θέλημα αὐτοῦ τό μιαρόν γενέσθαι, ἀλλ᾽ ἐσμέν ἔως τοῦ νῦν δοξάζοντες τόν Θεόν.

Καί ἐπειδή εἶπάς μοι, ὅτι ὔστερον μετανοεῖς μετά τό πρᾷξαι, εἴθε καί ὔστερον, ἴνα μή παντελῶς ἐναπομείνω. Καί ἐπειδή εἶπάς μοι ὅτι ὁ ἐμπεσὼν εἰς τούς λῃστάς καί συληθείς, οὔκ ἔχει ἄλλῳ μεταδοῦναι, διά τοῦτο δέομαι λιμώττων, ἴνα ἐπιρρήψητέ μοι οὶ ἔχοντες τά ψιχία ὑμῶν, ὄπως κἀγώ λάβω τροφήν ὡς ὁ κύων ὑπό κάτω τῆς τραπέζης ὑμῶν τῶν ἐχόντων.

Καί ἐπειδή εἶπας' συνεγήρασέ σοι ἡ ὑερηφανία καί ἡ εἰρωνεία, εὐξαι ὑπέρ ἐμοῦ, ἴνα ἀπέλθῃ ἀπ᾿ ἐμοῦ.

ρνη'

Ἀπόκρισις Βαρσανουφίου.

Προεφώνησεν ὁ Δαβίδ λέγων «προσώζεσαι καί ἐσάπησαν οὶ μώλωπές μου ἀπό προσώπου τῆς ἀφροσύνης μου». ᾿Ὀστε οὖν ἡ ἀφροσύνη ἐνθήκη ὅλων τῶν κακῶν ἐστιν. Ἀφροσύνη γάρ ἐγέννησε παρακοήν“ παρακοή δέ τραῦμα“ καί μετά τό τραῦμα ἡ αὐτή ἀφροσύνη ἔτεκε τήν ἀμέλειαν, καί ἡ ἀμέλεια τήν σῆψιν καί τήν ὀζομενίαν κατειργάσατο, καί ἐσκωληκίασεν ἡ σάρξ ἡ ταλαίπωρος καί διεφθάρη. Διαφθαρεῖσα οῦν ἐρρίφη εἰς τήν θάλασσαν καί βρῶσις ἐγένετο τῷ μεγάλῳ ἰχθύ'ι“ καί ἐνῳκίσθη εἰς τά ἔντερα αὐτοῦ, ἔως οὑ ἦλθεν ὁ ἐπουράνιος σκώληξ καί ἡλώθείς ἐν τῷ ἀγκίστρῳ τοῦ σταυροῦ, ἐχαλάσθη εἰς τὰ ἔντερα τοῦ μεγάλου ἰχθῦος, καί ἀνήνεγκε διά τοῦ στόματος αὐτοῦ ἤν κατέπιε βρῶσιν σύν τοῖς ἐγκάτοις. Καί λαβών τήν σάρκα ἐνέχρισεν ἐλαίῳ καί ἔμιξεν ὔδατο καί ὤπτησε πυρί“ φησί γάρ «αὐτός ὑμῶν βαπτίσει ἐν Πνεύματι ἁγίῳ καί πυρί». Καί ἐψώμισεν ἄρτῳ, καί εὔφρανεν οἴνῳ, καί ἤρτυσεν ἄλατι, καί ἤλλαξε τῆς φθορᾶς. Καί πρός τούτοις προσέθηκεν αὐτοῖς σίνιπι

συστέλλον πᾷσαν φθοράν, καί στύφον τούς τοῦ δράκοντος μυκτῆρας πρός τό μηδέ ὀσφραίνεσθαι αὐτῆς δυνηθῆναι“ καί ταράσσον αὐτοῦ τούς ὀφθαλμούς πρός τό μή ἐπιβλέψαι πρός τήν τελειότητα τῆς ταπεινώσεως αὐτῆς.

Εἰδότες οὖν ταῦτα πάντα, μή παρίδωμεν τήν νουθεσίαν αὐτοῦ, ἴνα μή πληρωθῇ καί εἰς ἡμᾶς, ὅτι «εἰ τό ἄλας μωρανθῇ, ἐν τίνι ἀλισθήσεται»; Καί τί ἐστιν ἡ στέρησις τούτων, ἀλλ᾿ ἤ εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ οὐκ ἔστι Θεός;

Εἰ οὖν τι τῶν ἀρχαίων οὐκ ἔλαθες, καί τά ἔσχατα οἶδας, ἄκουσον τοῦ εἰπόντος ὅτι «ὁ γινώσκων τό θέλημα τοῦ Δεσπότου καί μή ποιῶν, δαρήσεται πολλάς». (σελ. 336) Εἰ οὖν γινώσκοντες λέγομεν καί ἀμελοῦμεν, οὐ μακράν ἡμῶν ἀπέχει τό οὐαί τῶν ἁμαρτανόντων ἐν γνώσει. Εἰ δέ ἔχωμεν ὄτι γῆ καί σποδός ἐσμεν, κατά τόν Ἀβραάμ καί τόν Ἰώβ, εἰς τόν αἰῶνα οὐ συλούμεθα, ἀλλ᾿ ἀεί ἔχομεν τό δοῦναι καί ἄλλοις, οὐ χρυσίον, οὐκ ἀργύριον, ἀλλά τύπου ταπεινώσεως καί ὑπομονῆς καί τῆς εἰς Θεόν ἀγάπης.

Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

ρνθ'

Ὁ αὐτός μεταλαμβάνων ἄρτου, ἠρώτησε τόν αὐτόν μέγαν Γέροντα περί διαίτης.
Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο από τό Βιβλίο:

ΒΑΡΣΑΝΟΥΦΙΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ
ΚΕΙΜΕΝΑ ΔΙΑΚΡΙΤΙΚΑ ΚΑΙ ΗΣΥΧΑΣΤΙΚΑ
EΡΩΤΟΑΠΟΚΡΙΣΕΙΣ

Η  επεξεργασία σάρωσις βιβλίου (scaning) , επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |